[25.8]
ἐκ Κερυνείας δὲ ἐπανελθόντι ἐς τὴν λεωφόρον καὶ ὁδεύσαντι οὐκ ἐπὶ πολὺ
δεύτερα ἔστιν ἐς Βοῦραν ἀποτραπέσθαι: θαλάσσης δὲ ἐν δεξιᾷ [καὶ] ἡ Βοῦρα
ἐν ὄρει κεῖται. τεθῆναι δέ φασι τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς Βούρας,
θυγατέρα δ' αὐτὴν Ἴωνος τοῦ Ξούθου καὶ Ἑλίκης εἶναι. ὅτε δὲ Ἑλίκην
ἐποίησεν ἄδηλον ἐξ ἀνθρώπων ὁ θεός, τότε καὶ τὴν Βοῦραν σεισμὸς ἐπέλαβεν
ἰσχυρός, ὡς μηδὲ τὰ ἀγάλματα ἐν τοῖς ἱεροῖς ὑπολειφθῆναι τὰ ἀρχαῖα. [25.9]
ὁπόσοι δὲ τηνικαῦτα ἀποδημοῦντες ἢ στρατείας ἕνεκα ἔτυχον ἢ κατὰ
πρόφασιν ἀλλοίαν, μόνοι τε οὗτοι Βουρέων ἐλείφθησαν καὶ αὐτοὶ τῆς Βούρας
ἐγένοντο οἰκισταί. ναὸς ἐνταῦθα Δήμητρος, ὁ δὲ Ἀφροδίτης Διονύσου τέ
ἐστι, καὶ ἄλλος Εἰλειθυίας: λίθου τοῦ Πεντελησίου τὰ ἀγάλματα, Ἀθηναίου
δὲ ἔργα Εὐκλείδου: καὶ τῇ Δήμητρί ἐστιν ἐσθής. πεποίηται δὲ καὶ Ἴσιδι
ἱερόν.
[25.10] καταβάντων δὲ ἐκ Βούρας ὡς ἐπὶ θάλασσαν ποταμός τε Βουραϊκὸς ὀνομαζόμενος καὶ Ἡρακλῆς οὐ μέγας ἐστὶν ἐν σπηλαίῳ: ἐπίκλησις μὲν καὶ τούτου Βουραϊκός, μαντείας δὲ ἐπὶ πίνακί τε καὶ ἀστραγάλοις ἔστι <λαβεῖν>. εὔχεται μὲν γὰρ πρὸ τοῦ ἀγάλματος ὁ τῷ θεῷ χρώμενος, ἐπὶ δὲ τῇ εὐχῇ λαβὼν ἀστραγάλους --οἱ δὲ ἄφθονοι παρὰ τῷ Ἡρακλεῖ κεῖνται--τέσσαρας ἀφίησιν ἐπὶ τῆς τραπέζης: ἐπὶ δὲ παντὶ ἀστραγάλου σχήματι γεγραμμένα ἐν πίνακι ἐπίτηδες ἐξήγησιν ἔχει τοῦ σχήματος. [25.11] σταδίων ἐπὶ τὸν Ἡρακλέα ὡς τριάκοντα ἐξ Ἑλίκης ὁδὸς ἡ εὐθεῖά ἐστι. προελθόντι δὲ ἀπὸ τοῦ Ἡρακλέους ποταμὸς ἐς θάλασσαν ἐκδίδωσιν ἀέναος ἐξ ὄρους Ἀρκαδικοῦ κατερχόμενος, ὄνομα δὲ αὐτῷ <τε> [καὶ] τῷ ποταμῷ Κρᾶθις καὶ ἔνθα αἱ πηγαὶ τοῦ ποταμοῦ τῷ ὄρει: ἀπὸ ταύτης τῆς Κράθιδος καὶ πρὸς Κρότωνι τῇ ἐν Ἰταλίᾳ ποταμὸς ὄνομα ἔσχηκε. [25.12] πρὸς δὲ τῇ Ἀχαϊκῇ Κράθιδι Ἀχαιῶν ποτε ᾠκεῖτο Αἰγαὶ πόλις: ἐκλειφθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον ὑπὸ ἀσθενείας λέγουσι. τούτων δὲ καὶ Ὅμηρος τῶν Αἰγῶν ἐν Ἥρας λόγοις ἐποιήσατο μνήμην,
δῆλον ὡς γέρα τοῦ Ποσειδῶνος ἐπ' ἴσης ἔν τε Ἑλίκῃ καὶ ἐν ταῖς Αἰγαῖς ἔχοντος. [25.13] οὐ πολὺ δὲ ἀπωτέρω Κράθιδος σῆμά τε ἐν δεξιᾷ τῆς ὁδοῦ καὶ ἄνδρα εὑρήσεις ἐπὶ τῷ μνήματι ἵππῳ παρεστῶτα, ἀμυδρὰν γραφήν. ὁδὸς δὲ ἀπὸ τοῦ τάφου σταδίων ὅσον τριάκοντα ἐπὶ τὸν καλούμενον Γαῖον: Γῆς δὲ ἱερόν ἐστιν ὁ Γαῖος ἐπίκλησιν Εὐρυστέρνου, ξόανον δὲ τοῖς μάλιστα ὁμοίως ἐστὶν ἀρχαῖον. γυνὴ δὲ ἡ ἀεὶ τὴν ἱερωσύνην λαμβάνουσα ἁγιστεύει μὲν τὸ ἀπὸ τούτου, οὐ μὴν οὐδὲ τὰ πρότερα ἔσται πλέον ἢ ἑνὸς ἀνδρὸς ἐς πεῖραν ἀφιγμένη. πίνουσαι δὲ αἷμα ταύρου δοκιμάζονται: ἣ δ' ἂν αὐτῶν τύχῃ μὴ ἀληθεύουσα, αὐτίκα ἐκ τούτου τὴν δίκην ἔσχεν. ἢν δὲ ὑπὲρ τῆς ἱερωσύνης ἀφίκωνται γυναῖκες <ἐς> ἀμφισβήτησιν πλέονες, ἡ τῷ κλήρῳ λαχοῦσα προτετίμηται.
[26.10] ὁδὸς δὲ ἐξ Αἰγείρας εὐθεῖα ἀπὸ τοῦ ἱεροῦ τοῦ Διὸς διά τε ὀρῶν καὶ ἀνάντης ἐστί: μῆκος μὲν οὖν τῆς ὁδοῦ τεσσαράκοντά εἰσι στάδιοι, ἄγει δὲ ἐς Φελλόην, πόλισμα οὐκ ἐπιφανές, †οὐδὲ ὡς ἀεὶ ᾠκεῖτο καὶ Ἰώνων ἔτι ἐχόντων τὴν γῆν. τὰ δὲ περὶ τὴν Φελλόην ἐς φυτείαν ἀμπέλων ἐστὶν ἐπιτήδεια: καὶ ὅσα πετρώδη τῆς χώρας, δρῦς τέ εἰσι καὶ θηρία, ἔλαφοι καὶ ὗς ἄγριοι: [26.11] εἰ δέ τινα τῶν ἐν Ἕλλησι πολισματίων ἀφθόνῳ καταῤῥεῖται τῷ ὕδατι, ἀριθμεῖν καὶ τὴν Φελλόην ἔστιν ἐν τούτοις. θεῶν δὲ ἱερὰ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν: ἡ μὲν χαλκοῦ πεποίηται, βέλος δὲ ἐκ φαρέτρας λαμβάνουσα: τῷ Διονύσῳ δὲ ὑπὸ κινναβάρεως τὸ ἄγαλμά ἐστιν ἐπηνθισμένον. ἐς δὲ τὸ ἐπίνειον καταβᾶσιν ἐξ Αἰγείρας καὶ αὖθις ἐς τὰ πρόσω βαδίζουσιν ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ἱερὸν τῆς Ἀγροτέρας, ἔνθα τὴν αἶγα ὀκλάσαι λέγουσιν.
[26.12] τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς: πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆς Ἀργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι. τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷ Πελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇ Ἀργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος: Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸν λέγουσιν. [26.13] Αἰγείρας δὲ ἐν τῷ μεταξὺ καὶ Πελλήνης πόλισμα ὑπήκοον Σικυωνίων Δονοῦσσα καλουμένη ἐγένετο μὲν ὑπὸ τῶν Σικυωνίων ἀνάστατος, μνημονεύειν δὲ καὶ Ὅμηρον ἐν καταλόγῳ τῶν σὺν Ἀγαμέμνονί φασιν αὐτῆς ποιήσαντα ἔπος
Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρων μεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας. [26.14] ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον. ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν: ταύτης δὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου. ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷ ἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆς Ἀργοῦς.
[27.9] Πελλήνης δὲ ὅσον στάδια ἑξήκοντα ἀπέχει τὸ Μύσαιον, ἱερὸν Δήμητρος Μυσίας: ἱδρύσασθαι δὲ αὐτὸ Μύσιόν φασιν ἄνδρα Ἀργεῖον, ἐδέξατο δὲ οἴκῳ Δήμητρα καὶ ὁ Μύσιος λόγῳ τῷ Ἀργείων. ἔστι δὲ ἄλσος ἐν τῷ Μυσαίῳ, δένδρα ὁμοίως τὰ πάντα, καὶ ὕδωρ ἄφθονον ἄνεισιν ἐκ πηγῶν. ἄγουσι δὲ καὶ ἑορτὴν τῇ Δήμητρι ἐνταῦθα ἡμερῶν ἑπτά: [27.10] τρίτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ὑπεξίασιν οἱ ἄνδρες ἐκ τοῦ ἱεροῦ, καταλειπόμεναι δὲ αἱ γυναῖκες δρῶσιν ἐν τῇ νυκτὶ ὁπόσα νόμος ἐστὶν αὐταῖς: ἀπελαύνονται δὲ οὐχ οἱ ἄνδρες μόνον ἀλλὰ καὶ τῶν κυνῶν τὸ ἄῤῥεν. ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐς τὸ ἱερὸν τῶν ἀνδρῶν, αἱ γυναῖκές τε ἐς αὐτοὺς καὶ ἀνὰ μέρος ἐς τὰς γυναῖκας οἱ ἄνδρες γέλωτί τε ἐς ἀλλήλους χρῶνται καὶ σκώμμασιν. [27.11] ἀπωτέρω δὲ οὐ πολὺ ἀπὸ τοῦ Μυσαίου ἱερόν ἐστιν Ἀσκληπιοῦ καλούμενον Κῦρος, καὶ ἰάματα ἀνθρώποις παρὰ τοῦ θεοῦ γίνεται. ὕδωρ δὲ καὶ ἐνταῦθα ἀνέδην ἐστί, καὶ ἐπὶ τῇ μεγίστῃ τῶν πηγῶν τοῦ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἵδρυται. ποταμοὶ δὲ ἐκ τῶν ὀρῶν κατέρχονται ὑπὲρ τὴν Πελλήνην, πρὸς μὲν Αἰγείρας καλούμενος Κριός: ἔχειν δὲ αὐτὸν τὸ ὄνομα ἀπὸ Τιτᾶνος Κριοῦ: [27.12] <*Κριός δὲ> καὶ ἄλλος ὠνόμασται ποταμός, ὃς ἀρχόμενος ἐκ Σιπύλου τοῦ ὄρους ἐς τὸν Ἕρμον κάτεισι. καθότι δὲ Πελληνεῦσιν ὅροι τῆς χώρας πρὸς Σικυωνίους εἰσί, κατὰ τοῦτο ποταμός σφισι Σύθας, ἔσχατος ποταμῶν τῶν Ἀχαϊκῶν, ἐς τὴν Σικυωνίαν ἐκδίδωσι θάλασσαν.
Ελλάδος περιήγησις/Αχαϊκά - Συγγραφέας: Παυσανίας
[25.10] καταβάντων δὲ ἐκ Βούρας ὡς ἐπὶ θάλασσαν ποταμός τε Βουραϊκὸς ὀνομαζόμενος καὶ Ἡρακλῆς οὐ μέγας ἐστὶν ἐν σπηλαίῳ: ἐπίκλησις μὲν καὶ τούτου Βουραϊκός, μαντείας δὲ ἐπὶ πίνακί τε καὶ ἀστραγάλοις ἔστι <λαβεῖν>. εὔχεται μὲν γὰρ πρὸ τοῦ ἀγάλματος ὁ τῷ θεῷ χρώμενος, ἐπὶ δὲ τῇ εὐχῇ λαβὼν ἀστραγάλους --οἱ δὲ ἄφθονοι παρὰ τῷ Ἡρακλεῖ κεῖνται--τέσσαρας ἀφίησιν ἐπὶ τῆς τραπέζης: ἐπὶ δὲ παντὶ ἀστραγάλου σχήματι γεγραμμένα ἐν πίνακι ἐπίτηδες ἐξήγησιν ἔχει τοῦ σχήματος. [25.11] σταδίων ἐπὶ τὸν Ἡρακλέα ὡς τριάκοντα ἐξ Ἑλίκης ὁδὸς ἡ εὐθεῖά ἐστι. προελθόντι δὲ ἀπὸ τοῦ Ἡρακλέους ποταμὸς ἐς θάλασσαν ἐκδίδωσιν ἀέναος ἐξ ὄρους Ἀρκαδικοῦ κατερχόμενος, ὄνομα δὲ αὐτῷ <τε> [καὶ] τῷ ποταμῷ Κρᾶθις καὶ ἔνθα αἱ πηγαὶ τοῦ ποταμοῦ τῷ ὄρει: ἀπὸ ταύτης τῆς Κράθιδος καὶ πρὸς Κρότωνι τῇ ἐν Ἰταλίᾳ ποταμὸς ὄνομα ἔσχηκε. [25.12] πρὸς δὲ τῇ Ἀχαϊκῇ Κράθιδι Ἀχαιῶν ποτε ᾠκεῖτο Αἰγαὶ πόλις: ἐκλειφθῆναι δὲ αὐτὴν ἀνὰ χρόνον ὑπὸ ἀσθενείας λέγουσι. τούτων δὲ καὶ Ὅμηρος τῶν Αἰγῶν ἐν Ἥρας λόγοις ἐποιήσατο μνήμην,
δῆλον ὡς γέρα τοῦ Ποσειδῶνος ἐπ' ἴσης ἔν τε Ἑλίκῃ καὶ ἐν ταῖς Αἰγαῖς ἔχοντος. [25.13] οὐ πολὺ δὲ ἀπωτέρω Κράθιδος σῆμά τε ἐν δεξιᾷ τῆς ὁδοῦ καὶ ἄνδρα εὑρήσεις ἐπὶ τῷ μνήματι ἵππῳ παρεστῶτα, ἀμυδρὰν γραφήν. ὁδὸς δὲ ἀπὸ τοῦ τάφου σταδίων ὅσον τριάκοντα ἐπὶ τὸν καλούμενον Γαῖον: Γῆς δὲ ἱερόν ἐστιν ὁ Γαῖος ἐπίκλησιν Εὐρυστέρνου, ξόανον δὲ τοῖς μάλιστα ὁμοίως ἐστὶν ἀρχαῖον. γυνὴ δὲ ἡ ἀεὶ τὴν ἱερωσύνην λαμβάνουσα ἁγιστεύει μὲν τὸ ἀπὸ τούτου, οὐ μὴν οὐδὲ τὰ πρότερα ἔσται πλέον ἢ ἑνὸς ἀνδρὸς ἐς πεῖραν ἀφιγμένη. πίνουσαι δὲ αἷμα ταύρου δοκιμάζονται: ἣ δ' ἂν αὐτῶν τύχῃ μὴ ἀληθεύουσα, αὐτίκα ἐκ τούτου τὴν δίκην ἔσχεν. ἢν δὲ ὑπὲρ τῆς ἱερωσύνης ἀφίκωνται γυναῖκες <ἐς> ἀμφισβήτησιν πλέονες, ἡ τῷ κλήρῳ λαχοῦσα προτετίμηται.
- VII.26
[26.1] ἐς δὲ τὸ ἐπίνειον τὸ Αἰγειρατῶν--ὄνομα τὸ αὐτὸ ἥ τε πόλις καὶ τὸ ἐπίνειον ἔχει--, ἐς οὖν τὸ ἐπίνειον Αἰγειρατῶν δύο καὶ ἑβδομήκοντα ἀπὸ τοῦ κατὰ τὴν ὁδὸν τὴν Βουραϊκήν εἰσιν Ἡρακλέους στάδιοι. ἐπὶ θαλάσσῃ μὲν δὴ Αἰγειράταις οὐδέν ἐστιν ἐς μνήμην, ὁδὸς δὲ ἐκ τοῦ ἐπινείου δύο σταδίων καὶ δέκα ἐς τὴν ἄνω πόλιν. [26.2] Ὁμήρου δὲ ἐν τοῖς ἔπεσιν Ὑπερησία ὠνόμασται: τὸ δὲ ὄνομα τὸ νῦν ἐγένετο Ἰώνων ἐποικούντων, ἐγένετο δὲ ἐπ' αἰτίᾳ τοιᾷδε. Σικυωνίων ἀφίξεσθαι στρατὸς ἔμελλεν αὐτοῖς πολέμιος ἐς τὴν γῆν: οἱ δὲ --οὐ γὰρ ἐδόκουν ἀξιόμαχοι τοῖς Σικυωνίοις εἶναι-- ἀθροίζουσιν αἶγας, ὁπόσαι σφίσιν ἦσαν ἐν τῇ χώρᾳ, συλλέξαντες δὲ ἔδησαν πρὸς τοῖς κέρασιν αὐτῶν δᾷδας, καὶ ὡς πρόσω νυκτὸς ἦν, ἐξάπτουσι τὰς δᾷδας. [26.3] Σικυώνιοι δὲ--ἰέναι γὰρ συμμάχους τοῖς Ὑπερησιεῦσιν ἤλπιζον εἶναι τὴν φλόγα [καὶ] ἐκ τοῦ ἐπικουρικοῦ πυρός--οἱ μὲν οἴκαδε ἐπανήρχοντο, Ὑπερησιεῖς δὲ τῇ τε πόλει τὸ ὄνομα τὸ νῦν μετέθεντο ἀπὸ τῶν αἰγῶν, καὶ καθότι αὐτῶν ἡ καλλίστη καὶ ἡγουμένη τῶν ἄλλων ὤκλασεν, Ἀρτέμιδος Ἀγροτέρας ἐποιήσαντο ἱερόν, τὸ σόφισμα ἐς τοὺς Σικυωνίους οὐκ ἄνευ τῆς Ἀρτέμιδός σφισιν ἐπελθεῖν νομίζοντες. [26.4] οὐ μὴν καὶ αὐτίκα ἐξενίκησεν Αἴγειραν ἀντὶ Ὑπερησίας καλεῖσθαι, ἐπεὶ κατ' ἐμὲ ἦσαν ἔτι οἳ Ὠρεὸν τὴν ἐν Εὐβοίᾳ τῷ ὀνόματι Ἑστίαιαν ἐκάλουν τῷ ἀρχαίῳ. παρείχετο δὲ ἡ Αἴγειρα ἐς συγγραφὴν ἱερὸν Διὸς καὶ ἄγαλμα καθήμενον λίθου τοῦ Πεντελησίου, Ἀθηναίου δὲ ἔργον Εὐκλείδου. ἐν τούτῳ τῷ ἱερῷ καὶ Ἀθηνᾶς ἄγαλμα ἕστηκε: πρόσωπόν τε καὶ ἄκραι χεῖρες ἐλέφαντος καὶ οἱ πόδες, τὸ δὲ ἄλλο ξόανον χρυσῷ τε ἐπιπολῆς διηνθισμένον ἐστὶ καὶ φαρμάκοις. [26.5] Ἀρτέμιδός τε ναὸς καὶ ἄγαλμα τέχνης τῆς ἐφ' ἡμῶν: ἱερᾶται δὲ παρθένος, ἔστ' ἂν ἐς ὥραν ἀφίκηται γάμου. ἕστηκε δὲ καὶ ἄγαλμα ἐνταῦθα ἀρχαῖον, Ἰφιγένεια ἡ Ἀγαμέμνονος, ὡς οἱ Αἰγειρᾶταί φασιν: εἰ δὲ ἀληθῆ λέγουσιν οὗτοι, δῆλός ἐστιν ἐξ ἀρχῆς Ἰφιγενείᾳ ποιηθεὶς ὁ ναός. [26.6] ἔστι καὶ Ἀπόλλωνος ἱερὸν ἐς τὰ μάλιστα ἀρχαῖον τό τε ἱερὸν αὐτὸ καὶ ὁπόσα ἐν τοῖς ἀετοῖς, ἀρχαῖον δὲ καὶ τοῦ θεοῦ τὸ ξόανον, γυμνός, μεγέθει μέγας: τὸν ποιήσαντα δὲ εἶχεν οὐδεὶς τῶν ἐπιχωρίων εἰπεῖν: ὅστις δὲ ἤδη τὸν Ἡρακλέα τὸν ἐν Σικυῶνι ἐθεάσατο, τεκμαίροιτο ἂν καὶ ἐν Αἰγείρᾳ τὸν Ἀπόλλωνα ἔργον εἶναι τοῦ αὐτοῦ Φλιασίου Λαφάους. [26.7] Ἀσκληπιοῦ δὲ ἀγάλματα ὀρθά ἐστιν ἐν ναῷ καὶ Σαράπιδος ἑτέρωθι καὶ Ἴσιδος, λίθου καὶ ταῦτα Πεντελησίου. τὴν δὲ Οὐρανίαν σέβουσι μὲν τὰ μάλιστα, ἐσελθεῖν δὲ ἐς τὸ ἱερὸν οὐκ ἔστιν ἀνθρώποις. θεοῦ δὲ ἣν Συρίαν ἐπονομάζουσιν, ἐς ταύτης τὸ ἱερὸν ἐσίασιν ἐν ἡμέραις ῥηταῖς, ἄλλα τε ὅσα νομίζουσι προκαθαριεύσαντες καὶ ἐς τὴν δίαιταν. [26.8] οἶδα καὶ οἴκημα ἐν Αἰγείρᾳ θεασάμενος: ἄγαλμα ἦν ἐν τῷ οἰκήματι Τύχης, τὸ κέρας φέρουσα τὸ Ἀμαλθείας: παρὰ δὲ αὐτὴν Ἔρως πτερὰ ἔχων ἐστίν, ἐθέλει δὲ σημαίνειν ὅτι ἀνθρώποις καὶ τὰ ἐς ἔρωτα τύχῃ μᾶλλον ἢ ὑπὸ κάλλους κατορθοῦται. ἐγὼ μὲν οὖν Πινδάρου τά τε ἄλλα πείθομαι τῇ ᾠδῇ καὶ Μοιρῶν τε εἶναι μίαν τὴν Τύχην καὶ ὑπὲρ τὰς ἀδελφάς τι ἰσχύειν: [26.9] ἐν Αἰγείρᾳ δὲ ἐν τούτῳ τῷ οἰκήματι ἀνήρ τε ἤδη γέρων ἴσα καὶ ὀδυρόμενος καὶ γυναῖκες [αἱ] τρεῖς ἀφαιρούμεναι ψέλιά εἰσι καὶ ἴσοι νεανίσκοι ταῖς γυναιξί, [καὶ ὁ] ἐνδεδυκὼς θώρακα εἷς. τοῦτόν φασιν Ἀχαιοῖς γενομένου πολέμου μαχεσάμενον ἀνδρειότατα Αἰγειρατῶν τελευτῆσαι, καὶ αὐτοῦ τὸν θάνατον οἱ λοιποὶ τῶν ἀδελφῶν οἴκαδε ἀπήγγειλαν: καὶ τοῦδε ἕνεκα αἵ τε ἀδελφαὶ διὰ τὸ ἐπ' αὐτῷ πένθος ἀποκοσμοῦνται καὶ τὸν πατέρα ἐπονομάζουσιν οἱ ἐπιχώριοι Συμπαθῆ, ἅτε ἐλεεινὸν καὶ ἐν τῇ εἰκόνι.[26.10] ὁδὸς δὲ ἐξ Αἰγείρας εὐθεῖα ἀπὸ τοῦ ἱεροῦ τοῦ Διὸς διά τε ὀρῶν καὶ ἀνάντης ἐστί: μῆκος μὲν οὖν τῆς ὁδοῦ τεσσαράκοντά εἰσι στάδιοι, ἄγει δὲ ἐς Φελλόην, πόλισμα οὐκ ἐπιφανές, †οὐδὲ ὡς ἀεὶ ᾠκεῖτο καὶ Ἰώνων ἔτι ἐχόντων τὴν γῆν. τὰ δὲ περὶ τὴν Φελλόην ἐς φυτείαν ἀμπέλων ἐστὶν ἐπιτήδεια: καὶ ὅσα πετρώδη τῆς χώρας, δρῦς τέ εἰσι καὶ θηρία, ἔλαφοι καὶ ὗς ἄγριοι: [26.11] εἰ δέ τινα τῶν ἐν Ἕλλησι πολισματίων ἀφθόνῳ καταῤῥεῖται τῷ ὕδατι, ἀριθμεῖν καὶ τὴν Φελλόην ἔστιν ἐν τούτοις. θεῶν δὲ ἱερὰ Διονύσου καὶ Ἀρτέμιδός ἐστιν: ἡ μὲν χαλκοῦ πεποίηται, βέλος δὲ ἐκ φαρέτρας λαμβάνουσα: τῷ Διονύσῳ δὲ ὑπὸ κινναβάρεως τὸ ἄγαλμά ἐστιν ἐπηνθισμένον. ἐς δὲ τὸ ἐπίνειον καταβᾶσιν ἐξ Αἰγείρας καὶ αὖθις ἐς τὰ πρόσω βαδίζουσιν ἔστιν ἐν δεξιᾷ τῆς ὁδοῦ τὸ ἱερὸν τῆς Ἀγροτέρας, ἔνθα τὴν αἶγα ὀκλάσαι λέγουσιν.
[26.12] τῆς δὲ Αἰγειρατῶν ἔχονται Πελληνεῖς: πρὸς Σικυῶνος δὲ οὗτοι καὶ μοίρας τῆς Ἀργολίδος Ἀχαιῶν οἰκοῦσιν ἔσχατοι. τὸ δὲ ὄνομα ἐγένετο τῇ πόλει λόγῳ μὲν τῷ Πελληνέων ἀπὸ Πάλλαντος, τῶν Τιτάνων δὲ καὶ Πάλλαντα εἶναι λέγουσι, δόξῃ δὲ τῇ Ἀργείων ἀπὸ ἀνδρὸς Ἀργείου Πέλληνος: Φόρβαντος δὲ εἶναι τοῦ Τριόπα παῖδα αὐτὸν λέγουσιν. [26.13] Αἰγείρας δὲ ἐν τῷ μεταξὺ καὶ Πελλήνης πόλισμα ὑπήκοον Σικυωνίων Δονοῦσσα καλουμένη ἐγένετο μὲν ὑπὸ τῶν Σικυωνίων ἀνάστατος, μνημονεύειν δὲ καὶ Ὅμηρον ἐν καταλόγῳ τῶν σὺν Ἀγαμέμνονί φασιν αὐτῆς ποιήσαντα ἔπος
Πεισίστρατον δέ, ἡνίκα ἔπη τὰ Ὁμήρου διεσπασμένα τε καὶ ἀλλαχοῦ μνημονευόμενα ἤθροιζε, τότε αὐτὸν Πεισίστρατον ἢ τῶν τινα ἑταίρων μεταποιῆσαι τὸ ὄνομα ὑπὸ ἀγνοίας. [26.14] ἔστι δὲ Ἀριστοναῦται Πελληνεῦσιν ἐπίνειον. ἐς τοῦτο ἐξ Αἰγείρας τῆς ἐπὶ θαλάσσῃ σταδίων ἐστὶν εἴκοσιν ὁδὸς καὶ ἑκατόν: ταύτης δὲ ἡμίσεια ἐς Πελλήνην ἀπὸ τοῦ ἐπινείου. ὄνομα δὲ Ἀριστοναύτας γενέσθαι τῷ ἐπινείῳ λέγουσιν, ὅτι καὶ ἐς τοῦτον τὸν λιμένα ὡρμίσαντο οἱ πλεύσαντες ἐπὶ τῆς Ἀργοῦς.
- VII.27
[27.1] Πελληνεῦσι δὲ ἡ πόλις ἐστὶν ἐπὶ λόφου κατὰ ἄκραν τὴν κορυφὴν ἐς ὀξὺ ἀνεστηκότος. τοῦτο μὲν δὴ ἀπότομον καὶ δι' αὐτό ἐστιν ἀοίκητον: τῷ δὲ χθαμαλωτέρῳ πεπόλισταί σφισιν οὐ συνεχὴς ἡ πόλις, ἐς δὲ μοίρας νενεμημένη δύο ὑπὸ τῆς ἄκρας μεταξὺ ἀνεχούσης. ἰόντων δὲ ἐς Πελλήνην ἄγαλμά ἐστιν Ἑρμοῦ κατὰ τὴν ὁδόν, ἐπίκλησιν μὲν Δόλιος+, εὐχὰς+ δὲ ἀνθρώπων+ ἕτοιμος+ τελέσαι+: σχῆμα δὲ αὐτῷ τετράγωνον, γένειά τε ἔχει καὶ ἐπὶ τῇ κεφαλῇ πῖλον εἰργασμένον. [27.2] κατὰ δὲ τὴν ὁδὸν ἐς αὐτὴν τὴν πόλιν ἐστὶν Ἀθηνᾶς λίθου μὲν ἐπιχωρίου ναός, ἐλέφαντος δὲ τὸ ἄγαλμα καὶ χρυσοῦ: Φειδίαν δὲ εἶναι τὸν εἰργασμένον φασὶ πρότερον ἔτι ἢ ἐν τῇ ἀκροπόλει τε αὐτὸν τῇ Ἀθηναίων καὶ ἐν Πλαταιαῖς ποιῆσαι τῆς Ἀθηνᾶς τὰ ἀγάλματα. λέγουσι δὲ οἱ Πελληνεῖς καὶ ἄδυτον τῆς Ἀθηνᾶς καθήκειν ἐς βάθος τῆς γῆς, εἶναι δὲ τὸ ἄδυτον τοῦτο ὑπὸ τοῦ ἀγάλματος τῷ βάθρῳ, καὶ τὸν ἀέρα ἐκ τοῦ ἀδύτου νότιόν τε εἶναι καὶ δι' αὐτὸ τῷ ἐλέφαντι ἐπιτήδειον. [27.3] ὑπὲρ δὲ τὸν ναὸν τῆς Ἀθηνᾶς ἐστιν ἄλσος περιῳκοδομημένον τείχει Σωτείρας ἐπίκλησιν Ἀρτέμιδος, καὶ ὀμνύουσιν ἐπὶ μεγίστοις αὐτήν: ἔσοδός τε πλὴν τοῖς ἱερεῦσιν ἄλλῳ γε οὐδενὶ ἔστιν ἀνθρώπων+. ἱερεῖς δὲ ἄνδρες τῶν ἐπιχωρίων εἰσὶ κατὰ δόξαν γένους μάλιστα αἱρούμενοι. τοῦ δὲ ἄλσους τῆς Σωτείρας ἱερὸν ἀπαντικρὺ Διονύσου Λαμπτῆρός ἐστιν ἐπίκλησιν: τούτῳ καὶ Λαμπτήρια ἑορτὴν ἄγουσι, καὶ δᾷδάς τε ἐς τὸ ἱερὸν κομίζουσιν ἐν νυκτὶ καὶ οἴνου κρατῆρας ἱστᾶσιν ἀνὰ τὴν πόλιν πᾶσαν. [27.4] ἔστι καὶ Ἀπόλλωνος Θεοξενίου Πελληνεῦσιν ἱερόν, τὸ δὲ ἄγαλμα χαλκοῦ πεποίηται: καὶ ἀγῶνα ἐπιτελοῦσι Θεοξένια τῷ Ἀπόλλωνι, τιθέντες ἀργύριον ἆθλα τῆς νίκης, καὶ ἄνδρες ἀγωνίζονται τῶν ἐπιχωρίων. πλησίον δὲ τοῦ Ἀπόλλωνος ναός ἐστιν Ἀρτέμιδος: τοξευούσης δὲ ἡ θεὸς παρέχεται σχῆμα. ᾠκοδόμηται δὲ καὶ ἔλυτρον κρήνης ἐν τῇ ἀγορᾷ, καὶ λουτρά ἐστιν αὐτοῖς τὸ ὕδωρ τὸ ἐκ τοῦ θεοῦ, ἐπεί τοι πίνειν πηγαί σφισιν ὑπὸ τὴν πόλιν εἰσὶν οὐ πολλαί: τὸ δὲ χωρίον, ἔνθα αἱ πηγαί, Γλυκείας ὀνομάζουσι. [27.5] γυμνάσιον δὲ ἀρχαῖον ἐς ἐφήβων μάλιστα ἀνεῖται μελέτην: οὐδὲ ἐς τὴν πολιτείαν ἐγγραφῆναι πρότερον καθέστηκεν οὐδενὶ πρὶν ἂν ἐφηβεύσωσιν. ἐνταῦθα ἀνὴρ Πελληνεὺς ἕστηκε Πρόμαχος ὁ Δρύωνος, ἀνελόμενος παγκρατίου νίκας, τὴν μὲν Ὀλυμπίασι, τρεῖς δ' Ἰσθμίων καὶ Νεμέᾳ δύο: καὶ αὐτοῦ καὶ εἰκόνας ποιήσαντες οἱ Πελληνεῖς τὴν μὲν ἐς Ὀλυμπίαν ἀνέθεσαν, τὴν δὲ ἐν τῷ γυμνασίῳ, λίθου ταύτην καὶ οὐ χαλκοῦ. [27.6] λέγεται δὲ καὶ ὡς Κορινθίου συνεστῶτος πολέμου Πελληνεῦσιν ἀποκτείνειεν ὁ Πρόμαχος πλείστους τῶν ἀντιτεταγμένων. λέγεται δὲ καὶ ὡς Πουλυδάμαντος τοῦ Σκοτουσσαίου κρατήσειεν ἐν Ὀλυμπίᾳ: τὸν δὲ Πουλυδάμαντα δεύτερα τότε ἐς τὸν ἀγῶνα ἀφῖχθαι τὸν Ὀλυμπικὸν παρὰ βασιλέως τοῦ Περσῶν ἀνασωθέντα οἴκαδε. Θεσσαλοὶ δὲ ἡσσηθῆναι Πουλυδάμαντα οὐχ ὁμολογοῦντες παρέχονται καὶ ἄλλα ἐς πίστιν καὶ ἐλεγεῖον ἐπὶ τῷ Πουλυδάμαντι:- ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα. (Άγνωστον)